Leviticus 15

1καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν Καὶ Ααρων λέγων 2Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς αὐτοῖς ἀνδρί, Ἀνδρὶ ἐὰν γένηται ῥύσις ἐκ τοῦ σώματος αὐτοῦ, ῥύσις αὐτοῦ ἀκάθαρτός ἐστιν. 3καὶ οὗτος νόμος τῆς ἀκαθαρσίας αὐτοῦ· ῥέων γόνον ἐκ σώματος αὐτοῦ ἐκ τῆς ῥύσεως, ἧς συνέστηκεν τὸ σῶμα αὐτοῦ διὰ τῆς ῥύσεως, αὕτη ἀκαθαρσία αὐτοῦ ἐν αὐτῷ· πᾶσαι αἱ ἡμέραι ῥύσεως σώματος αὐτοῦ, συνέστηκεν τὸ σῶμα αὐτοῦ διὰ τῆς ῥύσεως, ἀκαθαρσία αὐτοῦ ἐστιν. 4πᾶσα κοίτη, ἐφ' ἐὰν κοιμηθῇ ἐπ' αὐτῆς γονορρυής, ἀκάθαρτός ἐστιν, καὶ πᾶν σκεῦος, ἐφ' ἐὰν καθίσῃ ἐπ' αὐτὸ γονορρυής, ἀκάθαρτον ἔσται. 5καὶ ἄνθρωπος, ὃς ἂν ἅψηται τῆς κοίτης αὐτοῦ, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· 6καὶ καθήμενος ἐπὶ τοῦ σκεύους, ἐφ' ἐὰν καθίσῃ γονορρυής, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· 7καὶ ἁπτόμενος τοῦ χρωτὸς τοῦ γονορρυοῦς πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 8ἐὰν δὲ προσσιελίσῃ γονορρυὴς ἐπὶ τὸν καθαρόν, πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 9καὶ πᾶν ἐπίσαγμα ὄνου, ἐφ' ἂν ἐπιβῇ ἐπ' αὐτὸ γονορρυής, ἀκάθαρτον ἔσται ἕως ἑσπέρας. 10καὶ πᾶς ἁπτόμενος ὅσα ἐὰν ὑποκάτω αὐτοῦ, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· καὶ αἴρων αὐτὰ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 11καὶ ὅσων ἐὰν ἅψηται γονορρυὴς καὶ τὰς χεῖρας οὐ νένιπται, πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 12καὶ σκεῦος ὀστράκινον, οὗ ἂν ἅψηται γονορρυής, συντριβήσεται· καὶ σκεῦος ξύλινον νιφήσεται ὕδατι καὶ καθαρὸν ἔσται. 13ἐὰν δὲ καθαρισθῇ γονορρυὴς ἐκ τῆς ῥύσεως αὐτοῦ, καὶ ἐξαριθμήσεται αὐτῷ ἑπτὰ ἡμέρας εἰς τὸν καθαρισμὸν καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται τὸ σῶμα ὕδατι καὶ καθαρὸς ἔσται. 14καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ λήμψεται ἑαυτῷ δύο τρυγόνας δύο νεοσσοὺς περιστερῶν καὶ οἴσει αὐτὰ ἔναντι κυρίου ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ δώσει αὐτὰ τῷ ἱερεῖ· 15καὶ ποιήσει αὐτὰ ἱερεύς, μίαν περὶ ἁμαρτίας καὶ μίαν εἰς ὁλοκαύτωμα, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ἱερεὺς ἔναντι κυρίου ἀπὸ τῆς ῥύσεως αὐτοῦ. 16καὶ ἄνθρωπος, ἐὰν ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος, καὶ λούσεται ὕδατι πᾶν τὸ σῶμα αὐτοῦ Καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· 17καὶ πᾶν ἱμάτιον καὶ πᾶν δέρμα, ἐφ' ἐὰν ἐπ' αὐτὸ κοίτη σπέρματος, καὶ πλυθήσεται ὕδατι καὶ ἀκάθαρτον ἔσται ἕως ἑσπέρας. 18καὶ γυνή, ἐὰν κοιμηθῇ ἀνὴρ μετ' αὐτῆς κοίτην σπέρματος, καὶ λούσονται ὕδατι καὶ ἀκάθαρτοι ἔσονται ἕως ἑσπέρας. 19Καὶ γυνή, ἥτις ἐὰν ῥέουσα αἵματι, ἔσται ῥύσις αὐτῆς ἐν τῷ σώματι αὐτῆς, ἑπτὰ ἡμέρας ἔσται ἐν τῇ ἀφέδρῳ αὐτῆς· πᾶς ἁπτόμενος αὐτῆς ἀκάθαρτος ἔσται ἕως ἑσπέρας, 20καὶ πᾶν, ἐφ' ἂν κοιτάζηται ἐπ' αὐτὸ ἐν τῇ ἀφέδρῳ αὐτῆς, ἀκάθαρτον ἔσται, καὶ πᾶν, ἐφ' ἂν ἐπικαθίσῃ ἐπ' αὐτό, ἀκάθαρτον ἔσται. 21καὶ πᾶς, ὃς ἐὰν ἅψηται τῆς κοίτης αὐτῆς, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 22καὶ πᾶς ἁπτόμενος παντὸς σκεύους, οὗ ἐὰν καθίσῃ ἐπ' αὐτό, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 23ἐὰν δὲ ἐν τῇ κοίτῃ αὐτῆς οὔσης ἐπὶ τοῦ σκεύους, οὗ ἐὰν καθίσῃ ἐπ' αὐτῷ, ἐν τῷ ἅπτεσθαι αὐτὸν αὐτῆς, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 24ἐὰν δὲ κοίτῃ τις κοιμηθῇ μετ' αὐτῆς καὶ γένηται ἀκαθαρσία αὐτῆς ἐπ' αὐτῷ, καὶ ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας, καὶ πᾶσα κοίτη, ἐφ' ἂν κοιμηθῇ ἐπ' αὐτῆς, ἀκάθαρτος ἔσται. 25καὶ γυνή, ἐὰν ῥέῃ ῥύσει αἵματος ἡμέρας πλείους οὐκ ἐν καιρῷ τῆς ἀφέδρου αὐτῆς, ἐὰν Καὶ ῥέῃ μετὰ τὴν ἄφεδρον αὐτῆς, πᾶσαι αἱ ἡμέραι ῥύσεως ἀκαθαρσίας αὐτῆς καθάπερ αἱ ἡμέραι τῆς ἀφέδρου, ἀκάθαρτος ἔσται. 26καὶ πᾶσαν κοίτην, ἐφ' ἣν ἂν κοιμηθῇ ἐπ' αὐτῆς πάσας τὰς ἡμέρας τῆς ῥύσεως, κατὰ τὴν κοίτην τῆς ἀφέδρου ἔσται αὐτῇ, καὶ πᾶν σκεῦος, ἐφ' ἐὰν καθίσῃ ἐπ' αὐτό, ἀκάθαρτον ἔσται κατὰ τὴν ἀκαθαρσίαν τῆς ἀφέδρου. 27πᾶς ἁπτόμενος αὐτῆς ἀκάθαρτος ἔσται καὶ πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 28ἐὰν δὲ καθαρισθῇ ἀπὸ τῆς ῥύσεως, καὶ ἐξαριθμήσεται αὐτῇ ἑπτὰ ἡμέρας καὶ μετὰ ταῦτα καθαρισθήσεται. 29καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ λήμψεται αὐτῇ δύο τρυγόνας δύο νεοσσοὺς περιστερῶν καὶ οἴσει αὐτὰ πρὸς τὸν ἱερέα ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, 30καὶ ποιήσει ἱερεὺς τὴν μίαν περὶ ἁμαρτίας καὶ τὴν μίαν εἰς ὁλοκαύτωμα, καὶ ἐξιλάσεται περὶ αὐτῆς ἱερεὺς ἔναντι κυρίου ἀπὸ ῥύσεως ἀκαθαρσίας αὐτῆς. 31καὶ εὐλαβεῖς ποιήσετε τοὺς υἱοὺς Ισραηλ ἀπὸ τῶν ἀκαθαρσιῶν αὐτῶν, Καὶ οὐκ ἀποθανοῦνται διὰ τὴν ἀκαθαρσίαν αὐτῶν ἐν τῷ μιαίνειν αὐτοὺς τὴν σκηνήν μου τὴν ἐν αὐτοῖς. 32οὗτος νόμος τοῦ γονορρυοῦς καὶ ἐάν τινι ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος ὥστε μιανθῆναι ἐν αὐτῇ 33καὶ τῇ αἱμορροούσῃ ἐν τῇ ἀφέδρῳ αὐτῆς καὶ γονορρυὴς ἐν τῇ ῥύσει αὐτοῦ, τῷ ἄρσενι τῇ θηλείᾳ, καὶ τῷ ἀνδρί, ὃς ἂν κοιμηθῇ μετὰ ἀποκαθημένης.
Copyright information for LXX